Reconoce textos en griego de géneros literarios
Galería de imágenes
"Τὴν δ΄ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· “ Ἧ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι· ἀλλὰ μαλ΄ αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὥς νόσφιν ἀλυσκάζω πολέμοιο ·”"
Ποικιλόθρον΄ ἀθάνατ΄ Ἀφροδίτα, παὶ Δίος δολόπλοκε, λίσσομαί σε, μὴ μ΄ ἄσαισι μηδ΄ ὀνίαισι δάμνα, πότνια, θῦμον.
’Ω κοινὸν αὐτάδελφον ᾿Ισμήνης κάρα, ἆρ᾿ οἶσθ᾿ ὅ τι Ζεὺς τῶν ἀπ᾿ Οἰδίπου κακῶν ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τέλει; Οὐδὲν γὰρ οὔτ᾿ ἀλγεινὸν οὔτ᾿ ἄτης ἄτερ οὔτ᾿ αἰσχρὸν οὔτ᾿ ἄτιμόν ἐσθ᾿ ὁποῖον οὐ τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπ᾿ ἐγὼ κακῶν.
ἐληλύθει ἀνὴρ ᾿Αθηναῖος ἀγγέλλων τὸν βάρβαρον ἣκειν εἰς τὴν ᾿Αττικὴν καὶ πᾶσαν αὐτὴν πυρπολεῖσθαι · οἱ δὲ βάρβαροι αἱροῦσιν ἔρημον τὸ ἄστυ, καὶ τινας ὀλίγους εὑρίσκουσι τῶν ᾿Αθηναίων ἐν τῷ ἱερῷ ὄντας·
Συγγίγνωσκέ μοι, ὦ ἄριστε. φιλομαθὴς γάρ εἰμι τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν μ᾿ ἐθέλει διδάσκειν, οἱ δ᾿ ἐν τῷ ἄστει ἄνθρωποι. σὺ μέντοι δοκεῖς μοι τῆς ἐμῆς ἐξόδου τὸ φάρμακον ηὑρηκέναι. ὥσπερ γὰρ οἱ τὰ πεινῶντα θρέμματα θαλλὸν ἤ τινα καρπὸν προσείοντες ἄγουσιν, σὺ ἐμοὶ λόγους οὕτω προτείνων ἐν βιβλίοις τήν τε ᾿Αττικὴν φαίνῃ περιάξειν ἅπασαν καὶ ὅποι ἂν ἄλλοσε βούλῃ.
Ηδη, ὦ ἄνδρες δικασταί, τινὲς εἰς κρίσιν καταστάντες ἀδικεῖν μὲν ἔδοξαν, ἀποφαίνοντες δὲ τὰς τῶν προγόνων ἀρετὰς καὶ τὰς σφετέρας αὐτῶν εὐεργεσίας συγγνώμης ἔτυχον παρ᾿ ὑμῶν. ἐπειδὴ τοίνυν καὶ τῶν ἀπολογουμένων ἀποδέχεσθε, ἐάν τι ἀγαθὸν φαίνωνται τὴν πόλιν πεποιηκότες, ἄξιον καὶ τῶν κατηγόρων ὑμᾶς ἀκροάσασθαι, ἐὰν ἀποφαίνωσι τοὺς φεύγοντας πάλαι πονηροὺς ὄντας.