|
'Φιλοκαλοῦμέν1 τε γὰρ μετ' εὐτελείας2 καὶ φιλοσοφοῦμεν3 ἄνευ4
μαλακίας5· πλούτῳ τε ἔργου μᾶλλον καιρῷ6 ἢ λόγου κόμπῳ7
χρώμεθα8, καὶ τὸ πένεσθαι9 οὐχ ὁμολογεῖν10 τινὶ
αἰσχρόν, ἀλλὰ μὴ διαφεύγειν11 ἔργῳ αἴσχιον12.
ἔνι13 τε τοῖς αὐτοῖς οἰκείων ἅμα καὶ
πολιτικῶν ἐπιμέλεια14, καὶ ἑτέροις πρὸς ἔργα τετραμμένοις15 τὰ πολιτικὰ μὴ
ἐνδεῶς16 γνῶναι17·
μόνοι γὰρ τόν τε μηδὲν τῶνδε μετέχοντα18 οὐκ
ἀπράγμονα19, ἀλλ' ἀχρεῖον20 νομίζομεν, καὶ οἱ αὐτοὶ ἤτοι κρίνομέν21 γε ἢ ἐνθυμούμεθα22 ὀρθῶς23 τὰ
πράγματα, οὐ τοὺς λόγους τοῖς ἔργοις βλάβην24 ἡγούμενοι25, ἀλλὰ μὴ προδιδαχθῆναι26 μᾶλλον λόγῳ27 πρότερον
ἢ28 ἐπὶ
ἃ29
δεῖ30
ἔργῳ31
ἐλθεῖν32· διαφερόντως33 γὰρ δὴ καὶ τόδε ἔχομεν
ὥστε34
τολμᾶν35 τε οἱ αὐτοὶ μάλιστα καὶ περὶ
ὧν36
ἐπιχειρήσομεν37 ἐκλογίζεσθαι38· ὃ39 τοῖς ἄλλοις ἀμαθία40 μὲν
θράσος41, λογισμὸς42 δὲ ὄκνον43 φέρει· κράτιστοι44 δ᾿ ἂν45 τὴν ψυχὴν46 δικαίως
κριθεῖεν47 οἱ τά τε δεινὰ48 καὶ
ἡδέα49
σαφέστατα50 γιγνώσκοντες51 καὶ διὰ ταῦτα μὴ
ἀποτρεπόμενοι52 ἐκ τῶν κινδύνων53. (Θουκυδίδης) (Doble
espacio)
|